Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.52 | Dem. 45.55 (English) | >>Dem. 45.59 |
45.54τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος . ἔστι γὰρ ἡ τούτου μήτηρ καὶ ὁ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφοί , ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ , τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς . ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος , εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς , ὅπερ ἤδη πολλοὶ πεποιήκασι , παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι , ὃς ὑπὲρ τοῦ μηδʼ ἃ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν , καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον ἢ τὰ τῆς συγγενείας ἀναγκαῖα ; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω ,
45.55λαβὲ τὴν μαρτυρίαν τὴν Δεινίου καὶ ἀναγίγνωσκε , καὶ κάλει Δεινίαν .ὅμοιός γʼ ὁ Δεινίας , ὦ ἄνδρες δικασταί , τούτῳ , ὃς ὑπὲρ τῆς θυγατρὸς καὶ τῶν θυγατριδῶν καὶ ἐμοῦ τοῦ κηδεστοῦ διὰ τὴν συγγένειαν οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλει κατὰ τούτου . ἀλλʼ οὐχ οὑτοσὶ Στέφανος , οὐκ ὤκνησε καθʼ ἡμῶν τὰ ψευδῆ μαρτυρεῖν , οὐδʼ , εἰ μηδένα τῶν ἄλλων , τὴν αὑτοῦ μητέρα ᾐσχύνθη τοῖς ἀπʼ ἐκείνης οἰκείοις τῆς ἐσχάτης ἐνδείας αἴτιος γενόμενος .
Μαρτυρία
Δεινίας Θεομνήστου Ἀθμονεὺς μαρτυρεῖ τὴν θυγατέρα <τὴν >αὑτοῦ ἐκδοῦναι Ἀπολλοδώρῳ κατὰ τοὺς νόμους γυναῖκα ἔχειν ,καὶ μηδεπώποτε παραγενέσθαι μηδὲ αἰσθέσθαι ὅτι Ἀπολλόδωρος ἀφῆκε τῶν ἐγκλημάτων ἁπάντων Φορμίωνα .
45.56
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.52 | Dem. 45.55 (English) | >>Dem. 45.59 |